- Feni Mi Os Anthropos, Erosomio Esperinou
Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον μετ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσεις ἐν τῇ μήτρᾳ μου καὶ πῶς γενήσομαι, λέγε μοι, χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος Μή με δελεάσῃς ἀπάτῃ οὐ γὰρ ἔγνων ἡδονήν γάμου ὑπάρχω ἀμύητος πῶς οὖν παῖδα τέξομαι!
- Laos Dissevis Kai Paranomos, Idiomelo Apostihon Megalis Paraskevis
Ἕτερον. Ἦχος β΄.
Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Λαὸς δυσσεβὴς καὶ παράνομος,
ἵνα τί μελετᾷ κενά
ἵνα τί τὴν ζωὴν τῶν ἁπάντων, θανάτῳ κατεδίκασε
- Pempti Odi Kanona me Katavasia
Μετὰ τὸ Εὐαγγέλιον, ψάλλομεν τὸ ἑπόμενον Τριῴδιον,
οὗ ἡ ἀκροστιχίς,
Προσάββατόν τε.
Ποίημα Κοσμᾶ Μοναχοῦ.
ᾨδὴ ε´. Ἦχος πλ. β´. Ὁ Εἱρμός.
Πρὸς σὲ ὀρθρίζω, τὸν δι᾿ εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ Τὴν εἰρήνην παράσχου μοι, Φιλάνθρωπε. (δίς)
Τροπάρια.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
- Soma Hristou, Kinoniko
Κοινωνικόν
Ἦχος α´.
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.
- Thia Metalipsi
Θεία Μετάληψη - εὐχαριστήρια συναπτή
Ὁ διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.
Ὁ διαβαστής: Ἀμήν, ἀμήν, ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.
Ὁ ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.
Εἴδομεν τὸ φῶς τὸ ἀλη¬θι¬νόν, ἐ¬λά¬βομεν Πνεῦμα ἐπουράνιον, εὕ¬ρο¬μεν πίστιν ἀ¬λη-θῆ, ἀδιαί¬ρε¬τον Τριά¬δα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔ¬σω¬σεν.
Ὁ ἱερεύς: Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.